Psalms 22

1
LXX: Psa.21:1
Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωθινῆς· ψαλμὸς τῷ Δαυιδ.
LXX: Psa.21:2
θεὸς θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου. οἱ λόγοι τῶν παραπτωματων μου
2
LXX: Psa.21:3
θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.
3
LXX: Psa.21:4
σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ἔπαινος Ισραηλ.
4
LXX: Psa.21:5
ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐρρύσω αὐτούς·
5
LXX: Psa.21:6
πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν.
6
LXX: Psa.21:7
ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουδένημα λαοῦ.
7
LXX: Psa.21:8
πάντες οἱ θεωροῦντές με, ἐξεμυκτήρισάν με ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν
8
LXX: Psa.21:9
Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν.
9
LXX: Psa.21:10
ὅτι σὺ εἶ ἐκσπάσας με ἐκ γαστρός, ἐλπίς μου· ἀπὸ μαστῶν τῆς μητρός μου
10
LXX: Psa.21:11
ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ.
11
LXX: Psa.21:12
μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν βοηθῶν.
12
LXX: Psa.21:13
περιεκύκλωσάν με· μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με
13
LXX: Psa.21:14
ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος.
14
LXX: Psa.21:15
ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη καρδία μου· ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου
15
LXX: Psa.21:16
ἐξηράνθη ὡς ὄστρακον ἰσχύς μου, καὶ γλῶσσά μου, κεκόλληται τῷ λάρυγγί μου καὶ εἰς χοῦν θανάτου κατήγαγές με.
16
LXX: Psa.21:17
ὅτι ἐκύκλωσάν με, κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με ὤρυξαν χεῖράς μου καὶ πόδας.
17
LXX: Psa.21:18
ἐξηρίθμησα πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.
18
LXX: Psa.21:19
διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
19
LXX: Psa.21:20
σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίλημψίν μου πρόσχες.
20
LXX: Psa.21:21
ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου· καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου
21
LXX: Psa.21:22
σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.
22
LXX: Psa.21:23
διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε
23
LXX: Psa.21:24
Οἱ φοβούμενοι κύριον, αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ιακωβ, δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ισραηλ,
24
LXX: Psa.21:25
ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου.
25
LXX: Psa.21:26
παρὰ σοῦ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.
26
LXX: Psa.21:27
φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.
27
LXX: Psa.21:28
μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιόν σου πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν,
28
LXX: Psa.21:29
ὅτι τοῦ κυρίου βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.
29
LXX: Psa.21:30
ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν. καὶ ψυχή μου αὐτῷ ζῇ,
30
LXX: Psa.21:31
καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἐρχομένη,
31
LXX: Psa.21:32
καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὅτι ἐποίησεν κύριος.
Copyright information for LXX